Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.1.1 | Hdt. 3.1.4 (English) | >>Hdt. 3.3.2 |
3.1.2 ταῦτα δὴ ἐπιμεμφόμενος ὁ Αἰγύπτιος ἐνῆγε τῇ συμβουλῇ κελεύων αἰτέειν τὸν Καμβύσεα Ἄμασιν θυγατέρα , ἵνα ἢ δοὺς ἀνιῷτο ἢ μὴ δοὺς Καμβύσῃ ἀπέχθοιτο . ὁ δὲ Ἄμασις τῇ δυνάμι τῶν Περσέων ἀχθόμενος καὶ ἀρρωδέων οὐκ εἶχε οὔτε δοῦναι οὔτε ἀρνήσασθαι · εὖ γὰρ ἠπίστατο ὅτι οὐκ ὡς γυναῖκά μιν ἔμελλε Καμβύσης ἕξειν ἀλλʼ ὡς παλλακήν .
3.1.3 ταῦτα δὴ ἐκλογιζόμενος ἐποίησε τάδε . ἦν Ἀπρίεω τοῦ προτέρου βασιλέος θυγάτηρ κάρτα μεγάλη τε καὶ εὐειδὴς μούνη τοῦ οἴκου λελειμμένη , οὔνομα δέ οἱ ἦν Νίτητις · ταύτην δὴ τὴν παῖδα ὁ Ἄμασις κοσμήσας ἐσθῆτί τε καὶ χρυσῷ ἀποπέμπει ἐς Πέρσας ὡς ἑωυτοῦ θυγατέρα .
3.1.4 μετὰ δὲ χρόνον ὥς μιν ἠσπάζετο πατρόθεν ὀνομάζων , λέγει πρὸς αὐτὸν ἡ παῖς · “ὦ βασιλεῦ , διαβεβλημένος ὑπὸ Ἀμάσιος οὐ μανθάνεις . ὃς ἐμὲ σοὶ κόσμῳ ἀσκήσας ἀπέπεμψε ὡς ἑωυτοῦ θυγατέρα διδούς , ἐοῦσαν τῇ ἀληθείῃ Ἀπρίεω , τὸν ἐκεῖνος ἐόντα ἑωυτοῦ δεσπότεα μετʼ Αἰγυπτίων ἐπαναστὰς ἐφόνευσε .”
3.1.5 τοῦτο δὴ τὸ ἔπος καὶ αὕτη ἡ αἰτίη ἐγγενομένη ἤγαγε Καμβύσεα τὸν Κύρου μεγάλως θυμωθέντα ἐπʼ Αἴγυπτον .
ch. 2
3.2.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.1.1 | Hdt. 3.1.4 (English) | >>Hdt. 3.3.2 |